Παρασκευή 12 Μαΐου 2023

 


ΑΓΙΟΥ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ

Λόγος ΙΓ’ (90-120)

ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΑΝΑΣΤΑΣΕΩΣ

 

        Ἀνάστασιν Χριστοῦ οἱ πλείονες μὲν τῶν ἀνθρώπων πιστεύουσιν, ὀλίγοι δὲ λίαν εἰσίν οἱ καὶ ταύτην βλέποντες καθαρῶς, οἱ δέ γε μὴ θεασάμενοι οὐδὲ προσκυνεῖν δύνανται, ὡς ἅγιον καὶ Κύριον, τὸν Χριστὸν  Ἰησοῦν΄ οὐδεὶς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγἰῳ», καὶ ἀλλαχοῦ «Πνεῦμα ὀ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν».  Οὐδὲ γὰρ λέγει τὸ ἰερότατον λόγιον, ὅ καθ’ἑκάστην ἐπί στόματος περιφέρομεν΄Ἀνάστασιν Χριστοῦ πιστεύσαντες, ἀλλὰ τί; «’Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον». Πῶς οὖν προτρέπεται νῦν ἡμᾶς τὸ Πνεῦμα λέγειν τὸ Ἄγιον  - ὡς αὐτήν ίδότες, ἥνπερ οὐκ εἴδομεν΄ «’Ανάστασιν Χριστοῦ θεασάμενοι», ἅπαξ πρὸ χιλίων ἐτῶν άναστάντος τοῦ Χριστοῦ καὶ μηδὲ τότε ἀνιστάμενον ἰδόντος τινός;  Ἇρα μὴ ψεύδεσθαι ἠμᾶς βούλεται ἡ θεία Γραφή; Ἄπαγε, άλλ’άληθεύειν μᾶλλον παρεγγυᾶ, ὡς ἐν ἑνὶ ἑκάστῳ ἡμῶν τῶν πιστῶν ἐγγινομένης δηλονότι τῆς Χριστοῦ ἀναστάσεως και τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ καθ’ὥραν, ὡς εἰπεῖν, αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ ἐν ἡμῖν ἐξανισταμένου, λαμπροφοροῦντος καὶ ἀπαστράπτοντος τὰς τῆς ἀφθαρσίας καὶ Θεότητος ἀστραπάς. Ἠ φωτοφόρος γὰρ παρουσία τοῦ Πνεύματος τήν ἀνάστασιν ἡμῖν, ὡς ἐν πρωΐᾳ, τοῦ Δεσπότου ὑποδεικνύει, μᾶλλον δὲ αὐτὀν ἐκεῖνον τὸν ἀναστάντα ὁρᾶν χαρίζεται.  Διὸ καὶ λέγομεν «Θεὸς Κύριος καὶ ἐπέφανεν ἠμῖν», καὶ τὴν δευτέραν αὐτοῦ ὐποσημαίνοντες παρουσίαν έπιφέροντες οὕτω λέγομεν «Εὐλογημένος ὁ έρχόμενος ἐν ὀνόματι Κυρίου»῾  Οἷς οὖν ἐπιφανῇ ὁ Χριστός ἐξαναστάς, πάντως πνευματικῶς αὐτοῖς τοῖς πνευματικοῖς  ὄμμασι ὁρώμενος δείκνυται.  Ὅταν γὰρ ἐν ἠμῖν διὰ τοῦ Πνεύματος  γένηται, ἀνιστᾷ ἡμᾶς ἐκ νεκρῶν καὶ ζωοποιεῖ καὶ αὐτὸν ἐν ἡμῖν ὅλον ὁρᾶν ζῶντα δίδωσι, τὸν ἀθάνατον καὶ ἀνώλεθρον, οὐ μόνον δέ, ἀλλά καὶ συνανιστῶντα καὶ συνδοξάζοντα  ἡμᾶς ἑαυτῷ τρανῶς γινώσκειν χαρίζεται, καθὼς πᾶσα θεία Γραφὴ μαρτυρεῖ.

      

 Ἠ θέαση τῆς ἀναστάσεως     

        Στην άνάσταση τοῦ Χριστοῦ πιστεύουν μέν οἱ περισσότεροι ἄνθρωποι, ἐλάχιστοι ὅμως τή βλέπουν κιόλας καθαρά.  Καί ὅσοι βέβαια δέν τήν δοῦν, δέν μποροῦν καὶ νά προσκυνήσουν τόν Χριστό ὡς ἅγιο καὶ Κύριο.  Διότι λέει: «Οὐδείς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μή ἐν Πνεύματι Ἁγίῳ» καί ἀλλοῦ: «Πνεῦμα ὁ Θεός καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί ἀληθείᾳ δεῖ προσκυνεῖν».  Οὔτε λέει ἡ ἱερότατη εὐχή πού κάθε μέρα αὐτήν την περίοδο φέρουμε στό στόμα μας: Ἀνάσταιν Χριστοῦ πιστεύσαντες’ άλλά τί λέει:  «’Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τόν μόνον ἀναμάρτητον».  Πῶς λοιπόν τό Πνεῦμα τό Ἁγιον μᾶς προτρέπει νά λέμε τώρα «’Ανάστασιν Χριστοῦ θεασάμενοι» -σάν νά τήν εἴδαμε, ἐνῶ στήν πραγματικότητα δέν τήν ἐχουμε δεῖ - ἐνῶ ὁ Χριστός μιά καί μόνη φορά ἀναστήθηκε πρίν ἀπό χίλια χρόνια, καί μάλιστα οὔτε τότε τόν εἶδε κανείς νά ἀνίσταται;  Μήπως ἡ ἱερά εὐχή θέλει νά λέμε ψέματα; Κάθε ἄλλο!  Μᾶς παρακινεῖ νά λέμε την ἀλήθεια, ὅτι δηλαδή μέσα στόν καθένα ἀπό ἐμᾶς τούς πιστούς πραγματοποιεῖται ἡ ἀνάσταση τοῦ Χριστοῦ κι αὐτό ὄχι μἰα φορά, ἀλλά  -θά ἔλεγα-  κάθε ὥρα ὁ ἴδιος ὁ Δεσπότης Χριστός ἀνίσταται μέσα μας λαμπροφόρος, ἀκτικοβολώντας τό ἐκτυφλωτικό φῶς τῆς ἀφθαρσίας καί τῆς θεότητος. Διότι ἡ φωτοφόρος παρουσία τοῦ Πνεύματος μᾶς φανερώνει σάν αὐγή την ἀνάσταση τοῦ Δεσπότου, ἤ καλύτερα μᾶς ἀξιώνει να βλέπουμε τόν ἴδιο τόν ἀναστημένο Χριστό.  Γι’αύτό λέμε: «Θεός Κύριος  καὶ ἐπέφανεν ἡμῖν».  Καί ὑποδηλώνοντας τή δευτέρα του παρουσία  προσθέτουμε καί τά ἐξῆς: «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου». Σ’ὅσους λοιπόν φανερωθεῖ ὁ ἀναστημένος Χριστός, αὐτοί μέ πνευματικό ὁπωσδήποτε τρόπο τόν βλέπουν, μέ τά μάτια τῆς ψυχῆς.  Γιατί ὅταν ἐλθει μέσα μας διά τῆς χάριτος τοῦ ἀγίου Πνεύματος, μᾶς ἀνασταίνει ἐκ τῶν νεκρῶν καί μᾶς ζωογονεῖ καί μᾶς ἀξιώνει νά τόν βλέπουμε μέσα μας ὁλοζώντανο αύτόν πού εἶναι ἀθάνατος καί ἄφθαρτος κι ὄχι μόνον αὐτό, άλλά καί μᾶς δίνει τή χάρη νά ἀντιλαμβανόμαστε ξεκάθαρα ὅτι μᾶς καθιστᾶ μετόχους τῆς ἀναστάσεως καί τῆς δόξης του, καθώς ἡ θεία Γραφή τό μαρτυρεῖ στό σύνολό της.

 

 ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΑΝΑΣΤΑΣΕΩΣ, ΑΓ. ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ, Εκδ.ΧΦΔ

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου