Σάββατο 25 Φεβρουαρίου 2023

 

Βρωμάτων νηστεύουσα ψυχή μου,

καὶ παθῶν μὴ καθαρεύουσα,

μάτην ἐπαγάλλῃ τῇ ἀτροφἰα’

εἰ μὴ γὰρ ἀφορμή σοι γένηται πρὸς διὀρθωσιν,

ὡς ψευδὴς μισεῖσαι παρὰ Θεοῦ,

καὶ  τοῖς κακίστοις δαίμοσιν ὁμοιοῦσαι,

τοῖς μηδέποτε σιτουμένοις’

μὴ οὖν ἁμαρτάνουσα,

τὴν νηστείαν ἀχρειώσῃς,

ἀλλ’ ἀκίνητος,

πρὸς ὁρμὰς ἀτόπους μένε,

δοκοῦσα παρεστάναι ἐσταυρωμένῳ τῷ Σωτῆρι,

μᾶλλον δὲ συσταυροῦσθαι,

τῷ διὰ σὲ σταυρωθέντι,

ἐκβοῶσα πρὸς αυτόν’

Μνήσθητί μου Κύριε ὅταν ἔλθῃς έν τῇ Βασιλείᾳ σου.

 

ΤΕΤΑΡΗ ΤΗΣ ΤΥΡΙΝΗΣ, Ες τ πόστιχα τν Ανων, διόμελον, χος α’

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου