Σάββατο 14 Φεβρουαρίου 2026

 


Λιχνευσάμενοι* τὴν πρώτην ὑπέστημεν γύμνωσιν, ἡττηθέντες τῆς πικρᾶς γεύσεως, καὶ τοῦ Θεοῦ ἐξόριστοι γεγόναμεν. ἀλλ’ ἐπανάγωμεν πρὸς μετάνοιαν, καὶ τὰς αίσθήσεις έκκαθάρωμεν πρὸς ἅς ὁ πόλεμος, ἐπεισόδιον τὴν νηστείαν ποιούμενοι. ἐλπίδι χάριτος, τὰς καρδίας βεβαιούμενοι. οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. καὶ βρωθήσετε ὁ Ἀμνὀς τοῦ Θεοῦ, ἐν τῇ ἱερᾷ καὶ φωτοφόρῳ νυκτὶ τῆς ἐγέρσεως. τὸ ὑπέρ ἡμῶν ἀχθέν σφάγιον, τὸ τοῖς Μαθηταῖς κοινωνῆσαν. ἐν ἐσπέρα τοῦ μυστηρίου, καὶ σκότος λύον τῆς ἀγνωσίας, ἐν τῷ φωτὶ τῆς αὐτοῦ Ἀναστάσεως.


Ἰδιόμελον, Ἀποστίχων, Ἦχος πλ. δ.΄

ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ, ΕΣΠΕΡΑΣ


*λιχνεύω -ομαι, λαιμάργως ἐπιθυμῶ, εἶμαι λειχούδης.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου